Amos 7:9
Καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 26:23Ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
Leviticus 26:30Καὶ ἐρημώσω τὰς στήλας ὑμῶν, καὶ ἐξολοθρεύσω τὰ ξύλινα χειροποίητα ὑμῶν, καὶ θήσω τὰ κῶλα ὑμῶν ἐπὶ τὰ κῶλα τῶν εἰδώλων ὑμῶν, καὶ προσοχθιεῖ ἡ ψυχή μου ὑμῖν.
2 Kings 15:8Ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Ζαχαρίας υἱὸς Ἰεροβοὰμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον.
Isaiah 63:18ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου.
Hosea 10:8Καὶ ἐξαρθήσονται βωμοὶ Ὦν ἁμαρτήματα τοῦ Ἰσραὴλ, ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ θυσιαστήρια αὐτῶν· καὶ ἐροῦσι τοῖς ὄρεσι, καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς, πέσατε ἐφʼ ἡμᾶς.
Amos 5:5Καὶ μὴ ἐκζητεῖτε Βαιθὴλ, καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε, ὅτι Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα.