Amos 9:7
Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστὲ ἐμοὶ, υἱοὶ Ἰσραὴλ; λέγει Κύριος· οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόθρου;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 2:23Καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες ἐν Ἀσηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας, ἐξέτριψαν αὐτοὺς, καὶ κατῳκίσθησαν ἀντʼ αὐτῶν.
Isaiah 20:4Ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους, ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου.
Isaiah 43:3Ὅτι ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἅγιος Ἰσραὴλ, ὁ σώζων σε· ἐποίησα ἄλλαγμά σου Αἴγυπτον καὶ Αἰθιοπίαν, καὶ Σοήνην ὑπὲρ σοῦ.
Jeremiah 13:23Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὐποιῆσαι μεμαθηκότες τὰ κακά.
Hosea 12:13Καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶ γυναικὶ ἐφυλάξατο.
Amos 2:10Καὶ ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ περιήγαγον ὑμᾶς ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, τοῦ κατακληρονομῆσαι τὴν γῆν τῶν Ἀμοῤῥαίων.