Deuteronomy 12:18
Ἀλλʼ ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φάγῃ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν· καὶ εὐφρανθήσῃ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
19Πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν Λευίτην πάντα τὸν χρόνον ὅσον ἂ ζῇς ἐπὶ τῆς γῆς.
Cross References
Deuteronomy 12:7Καὶ φάγεσθε ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν, οὗ ἐὰν ἐπιβάλητε τὴν χεῖρα ὑμεῖς, καὶ οἱ οἶκοι ὑμῶν, καθότι εὐλόγησέ σε Κύριος ὁ Θεός σου.
Deuteronomy 12:14Ἀλλʼ ἢ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξεται Κύριος ὁ Θεός σου αὐτὸν, ἐν μιᾷ τῶν φυλῶν σου, ἐκεῖ ἀνοίσετε τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.
Deuteronomy 14:23Καὶ φαγῇ αὐτὸ ἐν τῷ τόπῳ, ᾧ ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, ἵνα μάθῃς φοβεῖσθαι Κύριον τὸν Θεόν σου πάσας τὰς ἡμέρας.
Psalms 32:11Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς.
Proverbs 3:17Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πάσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ.