Deuteronomy 12:28
Φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους οὓς ἐγὼ ἐντέλλομαί σοι, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου διʼ αἰῶνος, ἐὰν ποιήσῃς τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 34:11Πρόσεχε σὺ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι· ἰδοὺ ἐγὼ ἐκβάλλω πρὸ προσώπου ὑμῶν τὸν Ἀμοῤῥαῖον, καὶ Χαναναῖον, καὶ Φερεζαῖον, καὶ Χετταῖον, καὶ Εὑαῖον, καὶ Γεργεσαῖον, καὶ Ἰεβουσαῖον.
Deuteronomy 4:40Καὶ φυλάξασθε τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἀντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σὲ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι πάσας τὰς ἡμέρας.
Deuteronomy 24:8Πρόσεχε σεαυτῷ ἐν τῇ ἁφῇ τῆς λέπρας· φυλάξῃ σφόδρα ποιεῖν κατὰ πάντα τὸν νόμον, ὃν ἂν ἀναγγείλωσιν ὑμῖν οἱ ἱερεῖς οἱ Λευῖται· ὃν τρόπον ἐνετειλάμην ὑμῖν, φυλάξασθε ποιεῖν.
2 Chronicles 7:17Καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυὶδ ὁ πατήρ σου, καὶ ποιήσῃς κατὰ πάντα ἃ ἐνετειλάμην σοι, καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξῃ,
Psalms 105:45Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ.