Deuteronomy 16:10
Καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων Κυρίῳ τῷ Θεῷ σου, καθὼς ἡ χείρ σου ἰσχύει, ὅσα ἂν δῷ Κύριος ὁ Θεός σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 5:7Ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς τὸ πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, δύο τρυγόνας, ἢ δύο νοσσοὺς περιστερῶν Κυρίῳ, ἕνα περὶ ἁμαρτίας, καὶ ἕνα εἰς ὁλοκαύτωμα.
Leviticus 23:15Καὶ ἀριθμήσετε ὑμῖν ἀπὸ τῆς ἐπαύριον τῶν σαββάτων, ἀπὸ τῆς ἡμέρας ἧς ἂν προσενέγκητε τὸ δράγμα τοῦ ἐπιθέματος, ἑπτὰ ἑβδομάδας ὁλοκλήρους,
Numbers 28:26Καὶ τῇ ἡμέρᾳ τῶν νέων, ὅταν προσφέρητε θυσίαν νέαν Κυρίῳ τῶν ἑβδομάδων, ἐπίκλητος ἁγία ἔσται ὑμῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε.
Numbers 31:37Καὶ ἐγένετο τὸ τέλος Κυρίῳ ἀπὸ τῶν προβάτων, ἑξακόσιαι ἑβδομήκοντα πέντε·
1 Chronicles 29:14Καὶ τίς εἰμι ἐγὼ, καὶ τίς ὁ λαός μου ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα; ὅτι σὰ τὰ πάντα, καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι.
Proverbs 3:9Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης·