Deuteronomy 20:11
Ἐὰν μὲν εἰρηνικὰ ἀποκριθῶσί σοι, καὶ ἀνοίξωσί σοι, ἔσται πᾶς ὁ λαὸς οἱ εὑρεθέντες ἐν αὐτῇ ἔσονταί σοι φορολόγητοι καὶ ὑπήκοοί σου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
10Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτοὺς, καὶ ἐκκαλέσαι αὐτοὺς μετʼ εἰρήνης.
12Ἐὰν δὲ μὴ ὑπακούσωσί σοι, καὶ ποιῶσι πρὸς σὲ πόλεμον, περικαθιεῖς αὐτὴν,
Cross References
Joshua 9:9Καὶ εἶπαν, ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ, καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ,
Joshua 9:27Καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ, καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας, καὶ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος.
Joshua 16:10Καὶ οὐκ ἀπώλεσεν Ἐφραῒμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γάζέρ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφραῒμ ἕως τῆς ἡμέρας ταυτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ ἔλαβεν αὐτὴν, καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί· καὶ τοὺς Χαναναίους, καὶ τοὺς Φερεζαίους, καὶ τοὺς κατοικοῦντας ἐν Γαζὲρ, ἐξεκέντησαν· καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.
Judges 1:30Καὶ Ζαβουλὼν οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Κέδρων, οὐδὲ τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν, καὶ ἐγένετο αὐτῷ εἰς φόρον. Καὶ Ἀσὴρ οὐκ ἐξῇρε τοὺς κατοικοῦντας Δωμανά· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐτῶν, καὶ ἐγένετο αὐτῷ εἰς φόρον.