Deuteronomy 20:14
πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς· καὶ πάντα τὰ κτήνη, καὶ πάντα ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει, καὶ πᾶσαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτῷ, καὶ φαγῇ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
15Οὕτως ποιήσεις πάσας τὰς πόλεις τὰς μακρὰν οὔσας σου σφόδρα, οὐχὶ ἐκ τῶν πόλεων τῶν ἐθνῶν τούτων,
Cross References
Numbers 31:12Καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεάζαρ τὸν ἱερέα, καὶ πρὸς πάντας υἱοὺς Ἰσραὴλ, τὴν αἰχμαλωσίαν, καὶ τὰ σκύλα, καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Ἀραβὼθ Μωὰβ, ἥ ἐστιν ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰεριχώ.
Numbers 31:35Καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρὸς, πᾶσαι ψυχαὶ, δύο καὶ τριάκοντα χιλιάδες.
Deuteronomy 2:35Πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν, καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν
Joshua 11:14καὶ πάντα τὰ σκῦλα αὐτῆς ἐπρονόμευσαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραήλ· αὐτοὺς δὲ πάντας ἐξωλόθρευσαν ἐν στόματι ξίφους, ἕως ἀπώλεσεν αὐτοὺς· οὐ κατέλιπον ἐξ αὐτῶν οὐδὲν ἐμπνέον.
2 Chronicles 14:13Καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ Γεδὼρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπʼ αὐτοὺς, καὶ ἐσκύλευσαν πάσας τὰς πόλεις αὐτῶν, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς.
Psalms 68:12Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.