Deuteronomy 28:10
καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι τὸ ὄνομα Κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 14:25καὶ συνέδησε τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν, καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας· καὶ εἶπαν οἱ Αἰγύπτιοι, φυγωμεν ἀπὸ προσώπου Ἰσραήλ· ὁ γὰρ Κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους.
Deuteronomy 2:25Ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ προσώπου πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται, καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου.
Deuteronomy 11:25Οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπον ὑμῶν· καὶ τὸν φόβον ὑμῶν καὶ τὸν τρόμον ὑμῶν ἐπιθήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐφʼ ἧς ἂν ἐπιβῆτε ἐπʼ αὐτῆς, ὃν τρόπον ἐλάλησε πρὸς ὑμᾶς.
1 Samuel 18:12Καὶ ἐφοβήθη Σαοὺλ ἀπὸ προσώπου Δαυὶδ,
1 Chronicles 14:17Καὶ ἐγένετο ὄνομα Δαυὶδ ἐν πάσῃ τῇ γῇ, καὶ Κύριος ἔδωκε τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.
Isaiah 63:19Ἐγενόμεθα ὡς τὸ ἀπʼ ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐκλήθη τὸ ὄνομά σου ἐφʼ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται,