Deuteronomy 28:25
Δῴη σε Κύριος ἐπὶ κοπὴν ἐναντίον τῶν ἐχθρῶν· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτοὺς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ διασπορὰ ἐν πάσαις βασιλείαις τῆς γῆς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 26:36Καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δουλείαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου, καὶ πεσοῦνται οὐθενὸς διώκοντος.
Deuteronomy 32:30Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτοὺς, καὶ Κύριος παρέδωκεν αὐτούς;
Isaiah 30:17Χίλιοι διὰ φωνὴν ἑνὸς φεύξονται, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπʼ ὄρους, καὶ ὡς σημαῖαν φέρων ἐπὶ βουνοῦ.
Jeremiah 24:9Καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν εἰς πάσας τὰς βασιλείας τῆς γῆς, καὶ ἔσονται εἰς ὀνειδισμὸν, καὶ εἰς παραβολὴν, καὶ εἰς μῖσος, καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ οὗ ἔξωσα αὐτοὺς ἐκεῖ.
Hosea 8:3Ὅτι Ἰσραὴλ ἀπεστρέψατο ἀγαθὰ, ἐχθρὸν κατεδίωξαν.