The Bible Software
bible.software › Deuteronomy › Deuteronomy 28 › Deuteronomy 28:59

Deuteronomy 28:59

Καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου, καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστὰς, καὶ νόσους πονηρὰς καὶ πιστάς.

μετάφραση των εβδομήκοντα

In The King James Version

Then the LORD will make thy plagues wonderful, and the plagues of thy seed, even great plagues, and of long continuance, and sore sicknesses, and of long continuance.

In Context

58ἐὰν μὴ εἰσακούσῃς ποιεῖν πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον τὸ θαυμαστὸν τοῦτο, ΚΥΡΙΟΝ τὸν ΘΕΟΝ σου.

60Καὶ ἐπιστρέψει πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηρὰν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί.

Read all of Deuteronomy 28

Cross References

Deuteronomy 29:20Οὐ μὴ θελήσει ὁ Θεὸς εὐϊλατεῦσαι αὐτῷ, ἀλλʼ ἢ τότε ἐκκαυθήσεται ὀργὴ Κυρίου καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ· καὶ κολληθήσονται ἐν αὐτῷ πᾶσαι αἱ ἀραὶ τῆς διαθήκης ταύτης, αἱ γεγραμμέναι ἐν τῷ βιβλίῳ τούτῳ· καὶ ἐξαλείψει Κύριος τὸ ὄνομα αὐτοῦ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν.

Deuteronomy 31:17Καὶ ὀργισθήσομαι θυμῷ εἰς αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ καταλείψω αὐτοὺς, καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπʼ αὐτῶν, καὶ ἔσται κατάβρωμα· καὶ εὑρήσουσιν αὐτὸν κακὰ πολλὰ καὶ θλίψεις· καὶ ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, διότι οὐκ ἔστι Κύριος ὁ Θεός μου ἐν ἐμοὶ, εὕροσάν με τὰ κακὰ ταῦτα.

Deuteronomy 32:26Εἶπα, διασπερῶ αὐτοὺς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν.

1 Kings 16:3ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασὰ, καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ, καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβάτ.

Lamentations 1:12ΛΑΜΕΔ. Οἱ πρὸς ὑμᾶς πάντες παραπορευόμενοι ὁδὸν, ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου, ὃ ἐγενήθη· φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέ με Κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study Deuteronomy 28:59

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← Deuteronomy 28:58Deuteronomy 28Deuteronomy 28:60 →