Deuteronomy 29:11
αἱ γυναῖκες ὑμῶν, καὶ τὰ ἔκγονα ὑμῶν καὶ ὁ προσήλυτος ὁ ἐν μέσῳ τῆς παρεμβολῆς ὑμῶν, ἀπὸ ξυλοκόπου ὑμῶν καὶ ἕως ὑδροφόρου ὑμῶν,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 12:48Ἐὰν δέ τις προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ποιῆσαι τὸ πάσχα Κυρίῳ, περιτεμεῖς αὐτοῦ πᾶν ἀρσενικόν, καὶ τότε προσελεύσεται ποιῆσαι αὐτό· καὶ ἔσται ὥσπερ καὶ ὁ αὐτόχθων τῆς γῆς· πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπʼ αὐτοῦ.
Deuteronomy 5:14τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόνσου, καὶ πᾶν κτῆνός σου, καὶ προσήλυτος ὁ παροικῶν ἐν σοὶ· ἵνα ἀναπαύσηται ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ τὸ ὑποζύγίον σου, ὥσπερ καὶ σύ.
Joshua 9:21Ζήσονται, καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.
2 Kings 6:4Καὶ ἐπορεύθη μετʼ αὐτῶν, καὶ ἦλθον εἰς τὸν Ἰορδάνην, καὶ ἔτεμνον τὰ ξύλα.
2 Chronicles 23:16Καὶ διέθετο Ἰωδαὲ διαθήκην ἀναμέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοὺ βασιλέως, εἶναι λαὸν τῷ Κυρίῳ.