Deuteronomy 3:8
Καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμοῤῥαίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάῤῥου Ἀρνὼν καὶ ἕως Ἀερμών·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
7καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς.
9Οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Ἀερμὼν Σανιώρ, καὶ ὁ Ἀμοῤῥαῖος ἐπωνόμασεν αὐτὸ Σανίρ·
Cross References
Numbers 32:33Καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς τοῖς υἱοῖς Γὰδ, καὶ τοῖς υἱοῖς Ῥουβὴν, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ υἱῶν Ἰωσὴφ, τὴν βασιλείαν Σηὼν βασιλέως Ἀμοῤῥαίων, καὶ τὴν βασιλείαν Ὢγ βασιλέως τῆς Βασὰν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ.
Deuteronomy 4:48ἀπὸ Ἀροὴρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάῤῥου Ἀρνών, καὶ ἐπὶ τοῦ ὄρους τοῦ Σηὼν, ὅ ἐστιν Ἀερμὼν,
Joshua 13:8Ἀπὸ τοῦ Ἰορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. ταῖς δυσὶ φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσή, τῷ Ῥουβὴν, καὶ τῷ Γὰδ ἔδωκε Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου· κατʼ ἀνατολὰς ἡλίου δέδωκεν αὐτῷ Μωυσῆς ὁ παῖς Κυρίου,
1 Chronicles 5:23Καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ κατῴκησαν ἀπὸ Βασὰν ἕως Βαὰλ, Ἐρμὼν, καὶ Σανὶρ, καὶ ὄρος Ἀερμών· καὶ ἐν τῷ Λιβάνῳ αὐτοὶ ἐπλεονάσθησαν.