Deuteronomy 33:12
Καὶ τῷ Βενιαμὶν εἶπεν, ἠγαπημένος ὑπὸ Κυρίου κατασκηνώσει πεποιθὼς, καὶ ὁ Θεὸς σκιάζει ἐπʼ αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀναμέσον τῶν ὤμων αὐτοῦ κατέπαυσε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 28:12Καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶς ὤμων τῆς ἐπωμίδος· λίθοι μνημοσύνου εἰσὶ τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἀναλήψεται Ἀαρὼν τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου ἐπὶ τῶν δύο ὤμων αὐτοῦ, μνημόσυνον πεπὶ αὐτῶν.
Deuteronomy 33:27Καὶ σκεπάσει σε Θεοῦ ἀρχὴ, καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων· καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν, λέγων, ἀπόλοιο.
Judges 1:21Καὶ τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα ἐν Ἱερουσαλὴμ οὐκ ἐκληρονόμησαν οἱ υἱοὶ Βενιαμίν· καὶ κατῴκησεν ὁ Ἰεβουσαῖος μετὰ τῶν υἱῶν Βενιαμὶν ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.
2 Samuel 12:24Καὶ παρεκάλεσε Δαυὶδ Βηρσαβεὲ τὴν γυναῖκα αὐτοῦ, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐκοιμήθη μετʼ αὐτῆς, καὶ συνέλαβε καὶ ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαλωμὼν, καὶ Κύριος ἠγάπησεν αὐτόν.
1 Kings 12:21Καὶ Ῥοβοὰμ εἰσῆλθεν εἰς Ἱερουσαλὴμ, καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν Ἰούδα καὶ σκῆπτρον Βενιαμὶν ἑκατὸν καὶ εἴκοσι χιλιάδας νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον Ἰσραὴλ, ἐπιστρέψαι τὴν βασιλείαν Ῥοβοὰμ υἱῷ Σαλωμών.
2 Chronicles 15:2Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ἀσὰ καὶ παντὶ Ἰούδα καὶ Βενιαμὶν, καὶ εἶπεν, ἀκούσατέ μου Ἀσὰ, καὶ πᾶς Ἰούδα καὶ Βενιαμίν· Κύριος μεθʼ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετʼ αὐτοῦ, καὶ ἐὰν ἐκζητήσητε αὐτὸν εὑρεθήσεται ὑμῖν, καὶ ἐὰν ἐγκαταλείπητε αὐτὸν, ἐγκαταλείψει ὑμᾶς.