Deuteronomy 4:7
Ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων αὐτοῖς ὡς Κύριος ὁ Θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἐὰν αὐτὸν ἐπικαλεσώμεθα;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 23:9Ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν, καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν· ἰδοὺ λαὸς μόνος κατοικήσει, καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται.
Deuteronomy 5:26Τίς γὰρ σὰρξ ἥτις ἤκουσε φωνὴν Θεοῦ ζῶντος, λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς, ὡς ἡμεῖς, καὶ ζήσεται;
2 Samuel 7:23Καὶ τίς ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἄλλο ἐν τῇ γῇ; ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν, τοῦ θέσθαι σε ὄνομα, τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν, τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὓς ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα;
Psalms 46:1Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ ψαλμός.
Isaiah 43:4Αφʼ οὗ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης, καὶ ἐγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου.