Deuteronomy 6:1
Καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 23:13Πάντα ὅσα εἴρηκα πρὸς ὑμᾶς, φυλάξασθε· καὶ ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε, οὐδὲ μὴ ἀκουσθῇ ἐκ τοῦ στόματος ὑμῶν.
Numbers 36:13Αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ἃ ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰεριχώ.
Deuteronomy 4:1Καὶ νῦν Ἰσραὴλ ἄκουε τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε, καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.
Deuteronomy 4:14Καὶ ἐμοὶ ἐνετείλατο Κύριος ἐν τῷ καιρῷ ἐκείνῳ, διδάξαι ὑμᾶς δικαιώματα καὶ κρίσεις, ποιεῖν ὑμᾶς αὐτὰ ἐπὶ τῆς γῆς, εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.
Deuteronomy 5:31σὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ, καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτοὺς, καὶ ποιείτωσαν οὕτως ἐν τῇ γῇ ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ.
Ezekiel 37:24Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν, ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξονται, καὶ ποιήσουνσιν αὐτά.