The Bible Software
bible.software › Deuteronomy › Deuteronomy 7 › Deuteronomy 7:3

Deuteronomy 7:3

οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου.

μετάφραση των εβδομήκοντα

In The King James Version

Neither shalt thou make marriages with them; thy daughter thou shalt not give unto his son, nor his daughter shalt thou take unto thy son.

In Context

2Καὶ παραδώσει αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις αὐτούς· ἀφανισμῷ ἀφανιεῖς αὐτούς· οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς,

4Ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπʼ ἐμοῦ, καὶ λατρεύσει θεοῖς ἑτέροις· καὶ ὀργισθήσεται θυμῷ Κύριος εἰς ὑμᾶς, καὶ ἐξολοθρεύσει σε τοτάχος.

Read all of Deuteronomy 7

Cross References

Genesis 6:2Ἰδόντες δὲ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο.

Exodus 34:15Μή ποτε θῇς διαθήκην τοῖς ἔγκαθημένοις ἐπὶ τῆς γῆς, καὶ ἐκπορνεύσωσιν ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ θύσωσι τοῖς θεοῖς αὐτῶν, καὶ καλέσωσίν σε, καὶ φάγῃς τῶν αὐτῶν,

Joshua 23:12Ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσι τούτοις τοῖς μεθʼ ὑμῶν, καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτοὺς, καὶ συγκαταμιγῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν,

1 Kings 11:2ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ εἰσελεύσεσθε εἰς αὐτοὺς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι.

Ezra 9:1Καὶ ὡς ἐτελέσθη ταῦτα, ἤγγισαν πρὸς μὲ οἱ ἄρχοντες, λέγοντες, οὐκ ἐχωρίσθη ὁ λαὸς Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἀπὸ λαῶν τῶν γαιῶν ἐν μακρύμμασιν αὐτῶν, τῷ Χανανὶ ὁ Ἐθὶ, ὁ Φερεζὶ, ὁ Ἰεβουσὶ, ὁ Ἀμμωνὶ, ὁ Μωαβὶ, καὶ ὁ Μοσερὶ, καὶ ὁ Ἀμοῤῥὶ,

Ezra 9:12Καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ δότε τοῖς υἱοῖς αὐτῶν, καὶ ἀπὸ τῶν θυγατέρων αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν, καὶ οὐκ ἐκζητήσετε εἰρήνην αὐτῶν καὶ ἀγαθὸν αὐτῶν ἕως αἰῶνος, ὅπως ἐνισχύσητε, καὶ φάγητε τὰ ἀγαθὰ τῆς γῆς, καὶ κληροδοτήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study Deuteronomy 7:3

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← Deuteronomy 7:2Deuteronomy 7Deuteronomy 7:4 →