Deuteronomy 7:8
Ἀλλὰ παρὰ τὸ ἀγαπᾷν Κύριον ὑμᾶς, καὶ διατηρῶν τὸν ὅρκον ὃν ὤμοσε τοῖς πατράσιν ὑμῶν, ἐξήγαγεν ὑμᾶς Κύριος ἐν χειρὶ κραταιᾷ, καὶ ἐλυτρώσατό σε Κύριος ἐξ οἴκου δουελίας, ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 12:41Καὶ ἐγένετο μετὰ τὰ τετρακόσια τριάκοντα ἔτη, ἐξῆλθε πᾶσα ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου νυκτός.
Exodus 13:14Ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου μετὰ ταῦτα, λέγων, τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ, ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν Κύριος ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.
Exodus 32:13μνησθεὶς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν σῶν οἰκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ, καὶ ἐλάλησας πρὸς αὐτοὺς, λέγων, πολυπληθυνῶ τὸ σπέρμα ὑμῶν ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει· καὶ πᾶσαν τὴν γῆν ταύτην ἣν εἶπας δοῦναι αὐτοῖς, καὶ καθέξουσιν αὐτὴν εἰς τὸν αἰῶνα.
Deuteronomy 4:20Ὑμᾶς δὲ ἔλαβεν ὁ Θεὸς, καὶ ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι αὐτῷ λαὸν ἔγκληρον, ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
Deuteronomy 4:37Διὰ τὸ ἀγαπῆσαι αὐτὸν τοὺς πατέρας σου, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετʼ αὐτοὺς ὑμᾶς, καὶ ἐξήγαγέ σε αὐτὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ ἐξ Αἰγύπτου,
Deuteronomy 9:4Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου ἐν τῷ ἐξαναλῶσαι Κύριον τὸν Θεόν σου τὰ ἔθνη ταῦτα πρὸ προσώπου σου, λέγων, διὰ τὴν δικαιοσύνην μου εἰσήγαγέ με Κύριος κληρονομῆσαι τὴν γὴν τὴν ἀγαθὴν ταύτην.