Deuteronomy 8:1
Πάσας τὰς ἐντολὰς, ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, φυλάξεσθε ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ εἰσέλθητε καὶ κληρονομήσητε τὴν γῆν, ἣν ὤμοσε Κύριος ὁ Θεὸς ὑμῶν τοῖς πατράσιν ὑμῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 1:8Ἴδετε, παραδέδωκεν ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν τῷ Ἁβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰσκὼβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετʼ αὐτούς.
Deuteronomy 5:32Καὶ φυλάξεσθε ποιεῖν ὃν τρόπον ἐνετειλατό σοι Κύριος ὁ Θεός σου· οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά,
Deuteronomy 8:18Καὶ μνησθήσῃ Κυρίου τοῦ Θεοῦ σου, ὅτι αὐτός σοι δίδωσιν ἰσχὺν τοῦ ποιῆσαι δύναμιν, καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσε Κύριος τοῖς πατράσι σου, ὡς σήμερον.