Ἐκκλησιαστής 2:14
Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ, καὶ ὁ ἄφρων ἐν σκότει πορεύεται· καὶ ἔγνων καί γε ἐγὼ, ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
13Καὶ εἶδον ἐγὼ ὅτι ἐστὶ περίσσεια τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περίσσεια τοῦ φωτὸς ὑπὲρ τὸ σκότος.
Cross References
Psalms 49:10Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες.
Proverbs 14:8Σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
Ecclesiastes 3:19Καί γε αὐτοῖς συνάντημα υἱῶν τοῦ ἀνθρώπου, καὶ συνάντημα τοῦ κτήνους, συνάντημα ἓν αὐτοῖς· ὡς ὁ θάνατος τούτου, οὕτως καὶ ὁ θάνατος τούτου· καὶ πνεῦμα ἓν τοῖς πᾶσι· καὶ τί ἐπερίσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; οὐδέν· ὅτι πάντα ματαιότης.
Ecclesiastes 6:8Ὅτι περίσσεια τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα, διότι ὁ πένης οἶδε πορευθῆναι κατέναντι τῆς ζωῆς.
Ecclesiastes 8:1Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ ἀναιδὴς προσώπῳ αὐτοῦ μισηθήσεται.
Ecclesiastes 9:2Ματαιότης ἐν τοῖς πᾶσι· συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, καὶ τῷ καθαρῷ καὶ τῷ ἀκαθάρτῳ, καὶ τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθὸς ὡς ὁ ἁμαρτάνων, ὡς ὁ ὀμνύων καθὼς ὁ τὸν ὅρκον φοβούμενος.