Ἐκκλησιαστής 2:3
Καὶ κατεσκεψάμην εἰ ἡ καρδία μου ἑλκύσει ὡς οἶνον τὴν σάρκα μου, καὶ καρδία μου ὡδήγησεν ἐν σοφίᾳ, καὶ τοῦ κρατῆσαι ἐπʼ εὐφροσύνην, ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὃ ποιήσουσιν ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2Τῷ γέλωτι εἶπα, περιφορὰν, καὶ τῇ εὐφροσύνῃ, τί τοῦτο ποιεῖς;
4Ἐμεγάλυνα ποίημἀ μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας,
Cross References
Genesis 47:9Καὶ εἶπεν Ἰακὼβ τῷ Φαραῷ, αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου· οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζῶης τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν.
Job 14:14Ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται συντελέσας ἡμέρας τοῦ βίου αὐτοῦ· ὑπομενῶ ἕως πάλιν γένωμαι;
Proverbs 20:1Ἀκολάστον οἶνος, καὶ ὑβριστικὸν μέθη, πᾶς δὲ ἄφρων τοιούτοις συμπλέκεται.
Ecclesiastes 2:24Οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ, ὃ φάγεται καὶ ὃ πίεται καὶ ὃ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ· καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ Θεοῦ ἐστιν·
Ecclesiastes 6:12Τί περισσὸν τῷ ἀνθρώπῳ; ὅτι τίς οἶδεν ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ, ἀριθμὸν ζωῆς ἡμερῶν ματαιότητος αὐτοῦ; καὶ ἐποίησεν αὐτὰ ἐν σκιᾷ· ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ, τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;