Ἐκκλησιαστής 4:1
Καὶ ἐπέστρεψα ἐγὼ, καὶ εἶδον συμπάσας τὰς συκοφαντίας τὰς γενομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοῖς ἰσχὺς, καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 1:16Καὶ εἶπεν, ὅταν μαιοῦσθε τὰς Ἐβραίας, καὶ ὦσι πρὸς τῷ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτό· ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.
Exodus 2:23Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας, ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ ἀνεβόησαν· καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων.
Exodus 5:18Νῦν οὖν πορευθέντες, ἐργάζεσθε· τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμῖν, καὶ τὴν σύνταξιν τῆς πλινθείας ἀποδώσετε.
Deuteronomy 28:48Καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οὓς ἐπαποστελεῖ Κύριος ἐπὶ σέ, ἐν λιμῷ, καὶ ἐν δίψει, καὶ ἐν γυμνότητι, καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσῃ κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολοθρεύσῃ σε.
Judges 10:7Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν Ἰσραὴλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιῒμ, καὶ ἐν χειρὶ υἱῶν Ἀμμών.
Job 6:29Καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.