Ἐκκλησιαστής 9:10
Πάντα ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὡς ἡ δύναμίς σου ποίησον, ὅτι οὐκ ἔστι ποίημα καὶ λογισμὸς καὶ γνῶσις καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Samuel 10:7Καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σὲ, ποίει πάντα ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι Θεὸς μετὰ σοῦ.
1 Chronicles 28:20Καὶ εἶπε Δαυὶδ Σαλωμὼν τῷ υἱῷ αὐτοῦ, ἴσχυε καὶ ἀνδρίζου καὶ ποίει, μὴ φοβοῦ μηδὲ πτοηθῇς, ὅτι Κύριος ὁ Θεός μου μετὰ σοῦ, οὐκ ἀνήσει σε, καὶ οὐ μὴ ἐγκαταλίπῃ ἕως τοῦ συντελέσαι σε πᾶσαν ἐργασίαν λειτουργίας οἴκου Κυρίου· καὶ ἰδοὺ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τοῦ οἴκου αὐτοῦ, καὶ ζακχῶ αὐτοῦ, καὶ τὰ ὑπερῷα καὶ τὰς ἀποθήκας τὰς ἐσωτέρας, καὶ τὸν οἶκον τοῦ ἱλασμοῦ, καὶ τὸ παράδειγμα οἴκου Κυρίου.
2 Chronicles 31:20Καὶ ἐποίησεν οὕτως Ἐζεκίας ἐν παντὶ Ἰούδα, καὶ ἐποίησε τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ Κυρίου Θεοῦ αὐτοῦ.