Exodus 10:22
Ἐξέτεινε δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν· καὶ ἐγένετο σκότος γνόφος, θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 20:21Εἱστήκει δὲ ὁ λαὸς μακρόθεν, Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον, οὗ ἦν ὁ Θεός.
Deuteronomy 5:22Ταῦτα τὰ ῥήματα ἐλάλησε Κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός· σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη· καὶ οὐ προσέθηκε· καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας, καὶ ἔδωκέ μοι.
Psalms 105:28Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίας νεκρῶν.
Ezekiel 32:7καὶ κατακαλύψω ἐν τῷ σβεσθῆναί σε οὐρανὸν, καὶ συσκοτάσω τὰ ἄστρα αὐτοῦ, ἥλιον ἐν νεφέλῃ καλύψω, καὶ σελήνη οὐ μὴ φάνῃ τὸ φῶς αὐτῆς.
Joel 2:2ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης· ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὺς καὶ ἰσχυρὸς, ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, καὶ μετʼ αὐτὸν οὐ προστεθήσεται ἕως ἐτῶν εἰς γενεὰς γενεῶν.
Amos 4:13Διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ.