Exodus 10:6
Καὶ πλησθήσονταί σου αἱ οἰκίαι, καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου, καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων· ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου, οὐδʼ οἱ πρόπαπποι αὐτῶν, ἀφʼ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς, ἔως τῆς ἡμέρας ταύτης· καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραώ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 8:21Ἐκάλεσε δὲ Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν, λέγων, ἐλθόντες θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ.
Exodus 9:24Ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ· ἡ δὲ χάλαζα πολλὴ σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ, ἀφʼ ἧς ἡμέρας γεγένηται ἐπʼ αὐτῆς ἔθνος.
Exodus 10:14καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου· καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονε τοιαύτη ἀκρὶς, καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως.
Exodus 11:8Καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός με, καὶ προσκυνήσουσί με, λέγοντες, ἔξελθε σὺ, καὶ πᾶς ὁ λαός σου, οὗ σὺ ἀφηγῇ· καὶ μετὰ ταῦτα ἐξελεύσομαι· ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ μετὰ θυμοῦ.
Joel 2:9Τῆς πόλεως ἐπιλήψονται, καὶ ἐπὶ τῶν τειχέων δραμοῦνται, καὶ ἐπὶ ταῖς οἰκίαις ἀναβήσονται, καὶ διὰ θυρίδων εἰσελεύσονται ὡς κλέπται.