Exodus 15:20
Λαβοῦσα δὲ Μαριὰμ ἡ προφῆτις ἡ ἀδελφὴ Ἀαρὼν τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς, καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 2:4Καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν, μαθεῖν τί τὸ ἀποβησόμενον αὐτῷ.
Numbers 12:2καὶ εἶπαν, μὴ Μωυσῇ μόνῳ λελάληκε Κύριος; οὐχὶ καὶ ἡμῖν ἐλάλησε; καὶ ἤκουσε Κύριος.
Numbers 26:59Τὸ δὲ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ἰωχαβὲδ, θυγάτηρ Λευὶ, ἣ ἔτεκε τούτους τῷ Λευὶ ἐν Αἰγύπτῳ, καὶ ἔτεκε τῷ Ἀμρὰμ τὸν Ἀαρὼν καὶ Μωυσῆν, καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν.
Judges 11:34Καὶ ἦλθεν Ἰεφθάε εἰς Μασσηφὰ εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ αὕτη ἦν μονογενὴς αὐτῷ· οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ.
1 Samuel 10:5Καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ Θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων· ἐκεῖ Νασὶβ ὁ ἀλλόφυλος· καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμᾶ, καὶ ἔμπροσθεν αὐτῶν νάβλα, καὶ τύμπανον, καὶ αὐλὸς, καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες·
2 Samuel 6:5Καὶ Δαυὶδ καὶ υἱοὶ Ἰσραὴλ παίζοντες ἐνώπιον Κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύϊ, καὶ ἐν ᾠδαῖς, καὶ ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν τυμπάνοις, καὶ ἐν κυμβάλοις, καὶ ἐν αὐλοῖς.