Exodus 15:25
Ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον· καὶ ἔδειξεν αὐτῷ Κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη τὸ ὕδωρ· ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις· καὶ ἐκεῖ αὐτὸν ἐπείρασε,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
24Καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυσῇ, λέγοντες, τί πιόμεθα;
Cross References
Exodus 14:10Καὶ Φαραὼ προσῆγε· καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ἰσραὴλ τοῖς ὀφθαλμοῖς ὁρῶσι, καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν· καὶ ἐφοβήθησαν σφόδρα· ἀνεβόησαν δὲ οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον.
Exodus 17:4Ἐβόησε δὲ Μωυσῆς πρὸς Κύριον, λέγων, τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν, καὶ καταλιθοβολὴσουσί με.
Deuteronomy 8:16τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ ὃ οὐκ ᾔδεις σὺ, καὶ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα κακώσῃ σε, καὶ ἐκπειράσῃ σε, καὶ εὖ σε ποιήσῃ ἐπʼ ἐσχάτων τῶν ἡμερῶν σου.
Joshua 24:21Καὶ εἶπεν ὁ λαὸς πρὸς Ἰησοῦν, οὐχὶ, ἀλλὰ Κυρίῳ λατρεύσομεν.
Judges 2:22τοῦ πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, εἰ φυλάσσονται τὴν ὁδὸν Κυρίου πορεύεσθαι ἐν αὐτῇ, ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν, ἢ οὔ.
Judges 3:4Καὶ ἐγένετο ὥστε πειρᾶσαι ἐν αὐτοῖς τὸν Ἰσραὴλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου, ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ.