Exodus 17:15
Καὶ ᾠκοδόμησε Μωυσῆς θυσιαστήριον Κυρίῳ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Κύριος καταφυγή μου.
μετάφραση των εβδομήκοντα
In The King James Version
And Moses built an altar, and called the name of it Jehovah-nissi:
In Context
16Ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεάς.
Cross References
Genesis 12:7Καὶ ὤφθη Κύριος τῷ Ἅβραμ, καὶ εἶπεν αὐτῷ, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἅβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Genesis 22:14Καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν· ἵνα εἴπωσιν σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη.
Exodus 24:4Καὶ ἔγραψε Μωυσῆς πάντα τὰ ῥήματα Κυρίου· ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωῒ ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
Exodus 32:5Καὶ ἰδὼν Ἀαρὼν ᾠκοδόμησε θυσιαστήριον κατέναντι αὐτοῦ· καὶ ἐκήρυξεν Ἀαρὼν λέγων, ἑορτὴ τοῦ κυρίου αὔριον.
Psalms 60:4ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.