Exodus 19:12
Καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ, λέγων, προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος, καὶ θίγειν τι αὐτοῦ· πᾶς ὁ ἁψάμενος τοῦ ὄρους, θανάτῳ τελευτήσει.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 10:28Καὶ λέγει Φαραὼ, ἄπελθε ἀπʼ ἐμοῦ· πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον· ᾗ δʼ ἂν ἡμέρᾳ ὀφθῇς μοι, ἀποθανῇ.
Exodus 19:23Καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεὸν, οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινά· σὺ γὰρ διαμεμαρτύρησαι ἡμῖν, λέγων, ἀφόρισαι τὸ ὄρος, καὶ ἁγίασαι αὐτό.
Exodus 34:3Καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ μηδὲ ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ πρόβατα καὶ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους ἐκείνου.
Deuteronomy 2:4Καὶ τῷ λαῷ ἔντειλαι, λέγων, ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἡσαύ, οἳ κατοικοῦσιν ἐν Σηεὶρ, καὶ φοβηθήσονται ὑμᾶς, καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα.
Joshua 3:4Ἀλλὰ μακρὰν ἔστω ἀναμέσον ὑμῶν καὶ ἐκείνης, ὅσον δισχιλίους πήχεις στήσεσθε· μὴ προσεγγίσητε αὐτῇ, ἵνα ἐπίστησθε τὴν ὁδὸν, ἣν πορεύσεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπʼ ἐχθὲς καὶ τρίτης ἡμέρας.