Exodus 19:18
Τὸ ὄρος τὸ Σινὰ ἐκαπνίζετο ὅλον, διὰ τὸ καταβεβηκέναι ἐπʼ αὐτὸ τὸν Θεὸν ἐν πυρί· καὶ ἀνέβαινεν ὁ καπνὸς, ὡσεὶ καπνὸς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
17Καὶ ἐξήγαγε Μωυσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ Θεοῦ ἐκ τῆς παρεμβολῆς· καὶ παρέστησαν ὑπὸ τὸ ὄρος.
Cross References
Genesis 15:17Ἐπεὶ δὲ ὁ ἥλιος ἐγένετο πρὸς δυσμὰς, φλὸξ ἐγένετο· καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων.
Exodus 3:2Ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου· καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο.
Exodus 20:18Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν, καὶ τὰς λαμπάδας, καὶ τὴν φωνὴν τῆς σάλπιγγος, καὶ τὸ ὄρος τὸ καπνίζον· φοβηθέντες δὲ πᾶς ὁ λαὸς ἔστησαν μακρόθεν.
Deuteronomy 4:11Καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος· καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ· σκότος, γνόφος, θύελλα.
Deuteronomy 5:22Ταῦτα τὰ ῥήματα ἐλάλησε Κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός· σκότος, γνόφος, θύελλα, φωνὴ μεγάλη· καὶ οὐ προσέθηκε· καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιθίνας, καὶ ἔδωκέ μοι.
Judges 5:5Ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου Ἐλωῒ, τοῦτο Σινὰ ἀπὸ προσώπου Κυρίου Θεοῦ Ἰσραήλ.