Exodus 22:29
Οὕτω ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου· ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
28Ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ σου οὐ καθυστερήσεις· τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί.
30Καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι· καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε, τῷ κυνὶ ἀποῤῥίψατε αὐτό.
Cross References
Exodus 13:12Καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ· πᾶν διανοῖγον μήτραν ἐκ βουκολίων ἢ ἐν τοῖς κτήνεσί σου, ὅσα ἐὰν γένηταί σοι, τὰ ἀρσενικὰ ἁγιάσεις τῷ Κυρίῳ.
Exodus 23:19Τὰς ἀπαρχὰς τῶν πρωτογενημάτων τῆς γνς σου εἰσοίσεις εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου· οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ.
Leviticus 22:27μόσχον ἢ πρόβατον ἢ αἶγα, ὡς ἂν τεχθῇ, καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα, τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα, κάρπωμα Κυρίῳ.
Deuteronomy 15:19Πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν ταῖς βουσί σου, καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἁγιάσεις Κυρίῳ τῷ Θεῷ σου· οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου, καὶ οὐ μὴ κείρῃς τὰ πρωτότοκα τῶν προβάτων σου.
2 Kings 4:42Καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθαρισὰ, καὶ ἤνεγκε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ πρωτογεννημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας· καὶ εἶπε, δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν.
Proverbs 3:9Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης·