Exodus 32:29
Καὶ εἶπεν αὐτοῖς Μωυσῆς, ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον Κυρίῳ ἕκαστος ἐν τῷ υἱῷ ἢ ἐν τῷ ἀδελφῷ αὐτοῦ, δοθῆναι ἐφʼ ὑμᾶς εὐλογίαν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 25:11Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ, ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου.
Deuteronomy 33:9Ὁ λέγων τῷ πατρὶ καὶ τῇ μητρὶ, οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξε τὰ λόγιά σου, καὶ τὴν διαθήκην σου διετήρησε.
2 Chronicles 35:3Καὶ εἶπε τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ἰσραὴλ, τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ Κυρίῳ· καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον ὃν ᾠκοδόμησε Σαλωμὼν υἱὸς Δαυὶδ τοῦ βασιλέως Ἰσραήλ. καὶ εἶπεν ὁ βασιλεὺς, οὐκ ἔστιν ὑμῖν ἐπʼ ὤμων ἆραι οὐδέν· νῦν οὖν λειτουργήσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν, καὶ τῷ λαῷ αὐτοῦ Ἰσραήλ.
Joel 2:12Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ὑμῶν, ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ,