Exodus 4:13
Καὶ εἶπε Μωυσῆς, δέομαι, Κύριε· προχείρισαι δυνάμενον ἄλλον, ὃν ἀποστελεῖς.
μετάφραση των εβδομήκοντα
In The King James Version
And he said, O my Lord, send, I pray thee, by the hand of him whom thou wilt send.
In Context
12Καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ὃ μέλλεις λαλῆσαι.
Cross References
Genesis 24:7Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καἰ ἐκ τῆς γῆς ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι, καὶ ὃς ὤμοσέ μοι, λέγων, σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν Ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
Genesis 48:16ὁ Ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα· καὶ ἐπικληθήσεται ἐν αὐτοις τὸ ὄνομά μου, καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἁβραὰμ καὶ Ἰσαάκ· καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς.
Exodus 23:20Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι.
1 Kings 19:4Καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας, καὶ ἦλθε καὶ ἐκάθισεν ὑποκάτω ῥαθμὲν, καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν· καὶ εἶπεν, ἱκανούσθω νῦν, λάβε δὴ τὴν ψυχήν μου ἀπʼ ἐμοῦ Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.
Jeremiah 20:9Καὶ εἶπα, οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ· καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὀστοῖς μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν,
Jonah 1:3Καὶ ἀνέστη Ἰωνᾶς τοῦ φυγεῖν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου· καὶ κατέβη εἰς Ἰόππην, καὶ εὗρε πλοῖον βαδίζον εἰς Θαρσὶς, καὶ ἔδωκε τὸ ναῦλον αὐτοῦ, καὶ ἀνέβη εἰς αὐτὸ, τοῦ πλεῦσαι μετʼ αὐτῶν εἰς Θαρσὶς ἐκ προσώπου Κυρίου.