Exodus 7:4
Καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραώ· καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπʼ Αἴγυπτον, καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
3Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραὼ, καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ.
Cross References
Exodus 6:6Βάδιζε, εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, ἐγὼ Κύριος· καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων, καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας, καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ·
Exodus 9:3Ἰδοὺ, χεὶρ Κυρίου ἐπέσται ἐν τοῖς κτήνεσί σου τοῖς ἐν τοῖς πεδίοις, ἔν τε τοῖς ἵπποις, καὶ ἐν τοῖς ὑποζυγίοις, καὶ ταῖς καμήλοις, καὶ βουσὶ, καὶ προβάτοις, θάνατος μέγας σφόδρα.
Exodus 11:9Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, οὐκ εἰσακούσεται ὑμῶν Φαραὼ, ἵνα πληθύνων πληθυνῶ μου τὰ σημεῖα, καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ.
Judges 2:15καὶ χεὶρ Κυρίου ἦν ἐπʼ αὐτοὺς εἰς κακὰ, καθὼς ἐλάλησε Κύριος καὶ καθὼς ὤμοσε Κύριος αὐτοῖς, καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα.
Isaiah 26:9ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν· ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς· δικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Ezekiel 14:21Τάδε λέγει Κύριος, ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηρὰς, ῥομφαίαν, καὶ λιμὸν, καὶ θηρία πονηρὰ, καὶ θάνατον ἐξαποστείλω ἐπὶ Ἱερουσαλὴμ, τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος·