Ezekiel 12:2
υἱὲ ἀνθρώπου, ἐν μέσῳ τῶν ἀδικιῶν αὐτῶν σὺ κατοικεῖς, οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ οὐ βλέπουσι, καὶ ὦτα ἔχουσι τοῦ ἀκούειν, καὶ οὐκ ἀκούουσι, διότι οἶκος παραπικραίνων ἐστί.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
Cross References
Deuteronomy 9:7Μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ· ἀφʼ ἧς ἡμέρας ἐξήλθετε ἐξ Αἰγύπτου, καὶ ἤλθετε εἰς τὸν τόπον τοῦτον, ἀπειθοῦντες διετελεῖτε τὰ πρὸς Κύριον.
Deuteronomy 29:3τοὺς πειρασμοὺς τοὺς μεγάλους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου, τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἐκεῖνα.
Deuteronomy 31:27Ὅτι ἐγὼ ἐπίσταμαι τὸν ἐρεθισμόν σου, καὶ τὸν τράχηλόν σου τὸν σκληρόν· ἔτι γὰρ ἐμοῦ ζῶντος μεθʼ ὑμῶν σήμερον, παραπικραίνοντες ἦτε τὰ πρὸς τὸν Θεόν· πῶς οὐχὶ καὶ ἔσχατον τοῦ θανάτου μου;
2 Kings 17:15Καὶ τὰ μαρτύρια αὐτοῦ ὅσα διεμαρτύρατο αὐτοῖς οὐκ ἐφύλαξαν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν, καὶ ὀπίσω τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, ὧν ἐνετείλατο Κύριος αὐτοῖς μὴ ποιῆσαι κατὰ ταῦτα.
Isaiah 1:23Οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσιν χηρῶν οὐ προσέχοντες.
Isaiah 29:9Ἐκλύθητε καὶ ἔκστητε, καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδὲ ἀπὸ οἴνου.