Ezekiel 12:6
ἐπʼ ὤμων ἀναληφθήσῃ, καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις, καὶ οὐ μὴ ἴδῃς τὴν γῆν, διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
5Διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον, καὶ διεξελεύσῃ διʼ αὐτοῦ ἐνώπιον αὐτῶν·
Cross References
1 Samuel 28:8Καὶ συνεκαλύψατο Σαοὺλ, καὶ περιεβάλετο ἱμάτια ἕτερα, καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετʼ αὐτοῦ, καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς, καὶ εἶπεν αὐτῇ, μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ, καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.
2 Kings 7:5Καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν Συρίας· καὶ ἦλθον εἰς μέρος παρεμβολῆς Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ.
Isaiah 8:18Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός· καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.
Ezekiel 4:3Καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν, καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀναμέσον σου καὶ ἀναμέσον τῆς πόλεως, καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπʼ αὐτὴν, καὶ ἔσται ἐν συνκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ.
Ezekiel 24:24Καὶ ἔσται Ἰεζεκιὴλ ὑμῖν εἰς τέρας, κατὰ πάντα ὅσα ἐποίησα ποιήσετε, ὅταν ἔλθῃ ταῦτα, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος.