Ezekiel 13:6
βλέποντες ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες, λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτοὺς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
7Οὐχὶ ὅρασιν ψευδῆ ἑωράκατε; καὶ μαντείας ματαίας εἰρήκατε;
Cross References
1 Kings 22:6Καὶ συνήθροισεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς, εἰ πορευθῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπισχῶ; καὶ εἶπον, ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.
1 Kings 22:15Καὶ ἦλθε πρὸς τὸν βασιλέα· καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, Μιχαία, εἰ ἀναβῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπισχῶ; καὶ εἶπεν, ἀνάβαινε, καὶ εὐοδώσει Κύριος εἰς χεῖρα τοῦ βασιλέως.
1 Kings 22:37ὅτι τέθνηκεν ὁ βασιλεύς· καὶ ἦλθον εἰς Σαμάρειαν, καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ.
Jeremiah 5:31Οἱ προφῆται προφητεύουσιν ἄδικα, καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὐτῶν, καὶ ὁ λαός μου ἠγάπησεν οὕτως· καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταῦτα;
Jeremiah 23:31Ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς ἐκβάλλοντας προφητείας γλώσσης, καὶ νυστάζοντας νυσταγμὸν αὐτῶν.
Jeremiah 28:2Καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστὰς, καὶ καθυβρίσουσιν αὐτὴν, καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς.