Ezekiel 16:20
Καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτοῖς εἰς ἀνάλωσιν· ὡς μικρὰ ἐξεπόρνευσας,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
21καὶ ἔσφαξας τὰ τέκνα σου, καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε αὐτὰ αὐτοῖς·
Cross References
Genesis 17:7Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σου, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον εἶναί σου Θεὸς, καὶ τοῦ σπέρματός σου μετὰ σέ.
Exodus 13:12Καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ· πᾶν διανοῖγον μήτραν ἐκ βουκολίων ἢ ἐν τοῖς κτήνεσί σου, ὅσα ἐὰν γένηταί σοι, τὰ ἀρσενικὰ ἁγιάσεις τῷ Κυρίῳ.
2 Kings 16:3Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.
Psalms 106:37Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος.
Isaiah 57:5Οἱ παρακαλοῦντες εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀναμέσον τῶν πετρῶν;
Jeremiah 3:24Ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν, ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν.