Ezekiel 16:28
Καὶ ἐξεπόρνευσας ἐπὶ τὰς θυγατέρας Ἀσσοὺρ, καὶ οὐδʼ οὕτως ἐνεπλήσθης, καὶ ἐξεπόρνευσας καὶ οὐκ ἐνεπίπλω.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
29Καὶ ἐπλήθυνας τὰς διαθήκας σου πρὸς γῆν Χαλδαίων, καὶ οὐδε ἐν τούτοις ἐνεπλήσθης.
Cross References
Judges 10:6Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐδούλευσαν τοῖς Βααλὶμ, καὶ ταῖς Ἀσταρὼθ, καὶ τοῖς θεοῖς Ἀρὰμ, καὶ τοῖς θεοῖς Σιδῶνος, καὶ τοῖς θεοῖς Μωὰβ, καὶ τοῖς θεοῖς υἱῶν Ἀμμὼν, καὶ τοῖς θεοῖς Φυλιστιῒμ, καὶ ἐγκατέλιπον τὸν Κύριον, καὶ οὐκ ἐδούλευσαν αὐτῷ.
2 Kings 16:10Καὶ ἐπορεύθη βασιλεὺς Ἄχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαλγαθφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῷ· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ.
2 Chronicles 28:16Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχας πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ
2 Chronicles 28:23ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν, ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτοὺς, αὐτοῖς τοίνυν θύσω, καὶ ἀντιλήψονταί μου· καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ.
Jeremiah 2:36Ὅτι κατεφρόνησας σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου· καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατῃσχύνθης ἀπὸ Ἀσσούρ·
Ezekiel 23:12Ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο, ἡγουμένους καὶ στρατηγοὺς, τοὺς ἐγγὺς αὐτῆς, ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφʼ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες·