Ezekiel 16:7
πληθύνου, καθὼς ἡ ἀνατολὴ τοῦ ἀγροῦ δέδωκά σε· καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων· οἱ μαστοί σου ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε· σὺ δὲ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
6Καὶ διῆλθον ἐπὶ σὲ, καὶ ἴδον σε πεφυρμένην ἐν τῷ αἵματί σου· καὶ εἶπά σοι, ἐκ τοῦ αἵματός σου ζωὴ,
Cross References
Exodus 1:7Οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐξήθησαν, καὶ ἐπληθύνθησαν, καὶ χυδαῖοι ἐγένοντο, καὶ κατίσχυον σφόδρα σφόδρα· ἐπλήθυνε δὲ ἡ γῆ αὐτούς.
Exodus 12:37Ἀπάραντες δὲ υἱοὶ Ἰσραὴλ ἐκ Ῥαμεσσῆ εἰς Σοκχὼθ εἰς ἑξακοσίας χιλιάδας πεζῶν, οἱ ἄνδρες, πλὴν τῆς ἀποσκευῆς.
Deuteronomy 1:11Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν προσθείῃ ὑμῖν ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογήσαι ὑμᾶς καθότι ἐλάλησεν ὑμῖν.
Deuteronomy 32:10Αὐτάρκησεν αὐτὸν ἐν τῇ ἐρήμῳ, ἐν δίψει καύματος ἐν γῇ ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν, καὶ διεφύλαξεν αὐτὸν, ὡς κόρην ὀφθαλμοῦ·
Psalms 135:4Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.