Ezekiel 18:8
καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρίμα δίκαιον ποιήσει ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Leviticus 19:15Οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήψῃ πρόσωπον πτωχοῦ, οὐδὲ μὴ θαυμάσῃς πρόσωπον δυνάστου· ἐν δικαιοσύνῃ κρίνεις τὸν πλησίον σου.
Leviticus 25:35Ἐὰν δὲ πένηται ὁ ἀδελφός σοῦ ὁ μετὰ σοῦ, καὶ ἀδυνατήσῃ ταῖς χερσὶ παρὰ σοὺ, ἀντιλήψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου, καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ.
Deuteronomy 16:18Κριτὰς καὶ γραμματοεισαγωγεῖς ποιήσεις σεαυτῷ ἐν ταῖς πόλεσί σου, αἷς Κύριος ὁ Θεός σου δίδωσί σοι κατὰ φυλάς· καὶ κρινοῦσι τὸν λαὸν κρίσιν δικαίαν.
Deuteronomy 23:19Οὐ προσοίσεις μίσθωμα πόρνης, οὐδὲ ἄλλαγμα κυνὸς εἰς τὸν οἶκον Κυρίου τοῦ Θεοῦ σου πρὸς πᾶσαν εὐχὴν, ὅτι βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου ἐστὶ καὶ ἀμφότερα.
Deuteronomy 23:21Τῷ ἀλλοτρίῳ ἐκτοκιεῖς, τῷ δὲ ἀδελφῷ σου οὐκ ἐκτοκιεῖς, ἵνα εὐλογήσῃ σε Κύριος ὁ Θεός σου ἐν πᾶσι τοῖς ἔργοις σου ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.