Ezekiel 19:11
Καὶ ἐγένετο αὕτη ῥάβδος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη τῷ μεγέθει αὐτῆς ἐν μέσῳ στελεχῶν· καὶ εἶδε τὸ μέγεθος αὐτῆς ἐν πλήθει κλημάτων αὐτῆς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 24:7Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ.
1 Kings 5:1Καὶ ἐχορήγουν οἱ καθεστάμενοι οὕτως τῷ βσαιλεῖ Σαλωμών· καὶ πάντα τὰ διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως ἕκαστος μῆνα αὐτοῦ, οὐ παραλλάσσουσι λόγον. Καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον οὗ ἂν ᾖ ὁ βασιλεὺς, ἕκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ.
Ezra 5:11Καὶ τοιοῦτο τὸ ῥῆμα ἀπεκρίθησαν ἡμῖν, λέγοντες, ἡμεῖς ἐσμὲν δοῦλοι τοῦ Θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ οἰκοδομοῦμεν τὸν οἶκον ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλὰ, καὶ βασιλεὺς τοῦ Ἰσραὴλ μέγας ᾠκοδόμησεν αὐτὸν, καὶ κατηρτίσατο αὐτὸν αὐτοῖς.
Psalms 80:15ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου.
Psalms 110:2Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ.
Ezekiel 19:12Καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐῤῥίφη, καὶ ἄνεμος ὁ καύσων ἐξήρανε τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθησαν, καὶ ἐξηράνθη ἡ ῥάβδος ἰσχύος αὐτῆς· πῦρ ἀνήλωσεν αὐτήν.