Ezekiel 19:6
Καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων, λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγε,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 24:1Ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ ἐγενήθη αὐτῷ Ἰωακὶμ δοῦλος τρία ἔτη· καὶ ἐπέστρεψε καὶ ἠθέτησεν ἐν αὐτῷ.
2 Chronicles 36:5Ὢν εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακὶμ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρὰ, θυγάτηρ Νηρίου ἐκ Ῥαμά. καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ. Ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθε Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη, καὶ ἀπέστη ἀπʼ αὐτοῦ· καὶ ἀπέστειλε Κύριος ἐπʼ αὐτοὺς τοὺς Χαλδαίους, καὶ λῃστήρια Σύρων, καὶ λῃστήρια Μωαβιτῶν, καὶ υἱῶν Ἀμμὼν, καὶ τῆς Σαμαρείας, καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον Κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν· πλὴν θυμὸς Κυρίου ἦν ἐπὶ Ἰούδαν, τοῦ ἀποστῆναι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασσῆ ἐν πᾶσιν οἷς ἐποίησε, καὶ ἐν αἵματι ἀθώῳ ᾧ ἐξέχεεν Ἰωακὶμ, καὶ ἔπλησε τὴν Ἱερουσαλὴμ αἵματος ἀθώου, καὶ οὐκ ἠθέλησε Κύριος ἐξολοθρεῦσαι αὐτούς.
Jeremiah 22:13Ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ.
Jeremiah 36:1Καὶ οὗτοι οἱ λόγοι τῆς βίβλου οὓς ἀπέστειλεν Ἱερεμίας ἐξ Ἱερουσαλὴμ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας, καὶ πρὸς τοὺς ἱερεῖς, καὶ πρὸς τοὺς ψευδοπροφήτας, ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ, καὶ πρὸς ἅπαντα τὸν λαὸν,