Ezekiel 23:37
Ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσὶν αὐτῶν, τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν ἃ ἐγέννησάν μοι, διήγαγον αὐτοῖς διʼ ἐμπύρων.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
38Ἕως καὶ ταῦτα ἐποίησάν μοι, τὰ ἅγιά μου ἐμίαινον, καὶ τὰ σάββατά μου ἐβεβήλουν,
Cross References
Leviticus 18:21Καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι· καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ Κύριος.
Deuteronomy 12:31Οὐ ποιήσεις οὕτω τῷ Θεῷ σου· τὰ γὰρ βδελύματα Κυρίου ἃ ἐμίσησεν, ἐποίησαν ἐν τοῖς θεοῖς αὐτῶν, ὅτι τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν.
2 Kings 21:6Καὶ διῆγε τοὺς υἱοὺς αὐτοῦ ἐν πυρί, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, καὶ ἐποίησε τεμένη, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν.
2 Kings 24:4Καί γε τὸ αἷμα ἀθῶον, ἐξέχεε, καὶ ἔπλησε τὴν Ἰερουσαλὴμ αἵματος ἀθώου, καὶ οὐκ ἠθέλησε Κύριος ἱλασθῆναι.
Isaiah 1:15Ὅταν ἐκτείνητε τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφʼ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
Jeremiah 7:9καὶ φονεύετε, καὶ μοιχᾶσθε, καὶ κλέπτετε, καὶ ὀμνύετε ἐπʼ ἀδίκῳ, καὶ θυμιᾶτε τῇ Βάαλ, καὶ ἐπορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων, ὧν οὐκ οἴδατε, τοῦ κακῶς εἶναι ὑμῖν,