Ezekiel 25:16
διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐκτείνω τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους, καὶ ἐξολοθρεύσω Κρῆτας, καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Samuel 15:18Καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον, καὶ πᾶς Χελεθὶ καὶ πᾶς ὁ Φελεθὶ, καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ, καὶ πάντες οἱ περὶ αὐτὸν, καὶ πάντες οἱ ἁδροὶ, καὶ πάντες οἱ μαχηταὶ ἑξακόσιοι ἄνδρες· καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ Χελεθι, καὶ πᾶς ὁ Φελεθὶ, καὶ πάντες οἱ Γεθαῖοι οἱ ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γὲθ, καὶ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως.
Ezekiel 25:7διατοῦτο ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολεθρεύσω σε ἐκ τῶν λαῶν, καὶ ἀπολῶ σε ἐκ τῶν χωρῶν ἀπωλείᾳ, καὶ ἐπιγνώσῃ διότι ἐγὼ Κύριος.
Zephaniah 2:4Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμὸν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται.