Ezekiel 25:3
καὶ ἐρεῖς τοῖς υἱοῖς Ἀμμὼν, Ἀκούσατε λόγον Κυρίου· τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι ἐβεβηλώθη, καὶ ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, ὅτι ἠφανίσθη, καὶ ἐπὶ τὸν οἶκον τοῦ Ἰούδα, ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
2υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ προφήτευσον ἐπʼ αὐτοὺς,
Cross References
Proverbs 17:5Ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτὸν, ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται, ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται.
Lamentations 1:7ΖΑΙΝ. Ἐμνήσθη Ἱερουσαλὴμ ἡμερῶν ταπεινώσεως αὐτῆς, καὶ ἀπωσμῶν αὐτῆς· πάντα τὰ ἐπιθυμήματα αὐτῆς ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος, καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ. ἰδόντες οἱ ἐχθροὶ αὐτῆς, ἐγέλασαν ἐπὶ κατοικεσίᾳ αὐτῆς.
Lamentations 4:21ΧΣΕΝ. Χαῖρε καὶ εὐφραίνου θύγατερ Ἰδουμαίας ἡ κατοικοῦσα ἐπὶ γῆς, καί γε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον Κυρίου, μεθυσθήσῃ καὶ ἀποχεεῖς.
Ezekiel 25:8Τάδε λέγει Κύριος, ἀνθʼ ὧν εἶπε Μωάβ, ἰδοὺ, οὐχ ὃν τρόπον πάντα τὰ ἔθνη, οἶκος Ἰσραὴλ καὶ Ἰούδα;
Ezekiel 35:10Διὰ τὸ εἰπεῖν σε, τὰ δύο ἔθνη, καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται, καὶ κληρονομήσω αὐτὰς, καὶ Κύριος ἐκεῖ ἐστι·