Ezekiel 25:6
Διότι τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐκρότησας τὴν χεῖρά σου, καὶ ἐψόφησας τῷ ποδί σου, καὶ ἐπέχαρας ἐκ ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Job 27:23Κροτήσει ἐπʼ αὐτοὺς χεῖρας αὐτῶν, καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
Proverbs 24:17Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου.
Lamentations 1:7ΖΑΙΝ. Ἐμνήσθη Ἱερουσαλὴμ ἡμερῶν ταπεινώσεως αὐτῆς, καὶ ἀπωσμῶν αὐτῆς· πάντα τὰ ἐπιθυμήματα αὐτῆς ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος, καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ. ἰδόντες οἱ ἐχθροὶ αὐτῆς, ἐγέλασαν ἐπὶ κατοικεσίᾳ αὐτῆς.
Ezekiel 6:11Τάδε λέγει Κύριος, κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ ποδὶ, καὶ εἰπὸν, εὖγε εὖγε, ἐπὶ πᾶσι τοῖς βδελύγμασιν οἴκου Ἰσραήλ· ἐν ῥομφαίᾳ καὶ ἑν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται.
Ezekiel 35:15Ἔρημον ἔσῃ ὄρος Σηεὶρ, καὶ πᾶσα ἡ Ἰδουμαία, καὶ ἐξαναλωθήσεται, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν.
Obadiah 1:12Καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονῇ ἐν ἡμέρᾳ θλίψεως,