Ezekiel 26:7
Ὅτι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ Σόρ τὸν Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ Βοῤῥᾶ, βασιλεὺς βασιλέων ἐστὶ, μεθʼ ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
6Καὶ αἱ θυγατέρες αὐτῆς ἐν πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
Cross References
Isaiah 10:8Καὶ ἐὰν εἴπωσιν αὐτῷ, σὺ μόνος εἶ ἄρχων·
Jeremiah 6:23Τόξον καὶ ζιβύνην κρατήσουσιν· ἰταμός ἐστι, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ, ὡς θάλασσα κυμαίνουσα· ἐφʼ ἵπποις καὶ ἅρμασι παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σὲ, θύγατερ Σιών.
Jeremiah 52:32καὶ ἐλάλησεν αὐτῷ χρηστὰ, καὶ ἔδωκε τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν βασιλέων τῶν μετʼ αὐτοῦ ἐν Βαβυλῶνι,
Ezekiel 23:24Καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ Βοῤῥᾶ, ἅρματα καὶ τροχοὶ μετʼ ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλεῖ φυλακὴν ἐπὶ σὲ κύκλῳ·
Ezekiel 26:10Ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν· καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου, εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου, ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου.