Ezekiel 27:30
Καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν, καὶ κεκράξονται πικρὸν, καὶ ἐπιθήσουσι γῆν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ σποδὸν στρώσονται.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Samuel 1:2Καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ Σαοὺλ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ· καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαυὶδ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
Job 2:12Ἰδόντες δὲ αὐτὸν πόῤῥωθεν, οὐκ ἐπέγνωσαν· καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν, ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν, καὶ καταπασάμενοι γῆν.
Isaiah 23:1Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιαίων, ἦκται αἰχμάλωτος.
Ezekiel 26:17καὶ λήψονται ἐπὶ σὲ θρῆνον, καὶ ἐροῦσί σοι, πῶς κατελύθης ἐκ θαλάσσης ἡ πόλις ἡ ἐπαινετὴ, ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν;