Ezekiel 28:16
Ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ· καὶ ἤγαγέ σε τὸ χεροὺβ ἐκ μέσου λίθων πυρίνων.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
15Ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφʼ ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί.
Cross References
Genesis 3:24Καὶ ἐξέβαλεν τὸν Ἀδὰμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς· καὶ ἔταξε τὰ χερουβὶμ· καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.
Leviticus 18:24Μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμίανθησαν τὰ ἔθνη, ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν,
Isaiah 23:9Κύριος σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων, καὶ ἀτιμάσαι πᾶν ἔνδοξον ἐπὶ τῆς γῆς.
Ezekiel 8:17Καὶ εἶπε πρὸς μὲ, ἑώρακας υἱὲ ἀνθρώπου· μη μικρα τῷ οἴκῳ Ἰούδα τοῦ ποιεῖν τὰς ἀνομίας ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας· καὶ ἰδοὺ αὐτοὶ ὡς μυκτηρίζοντες.
Ezekiel 28:14Ἀφʼ ἧς ἡμέρας ἐκτίσθης σὺ μετὰ τοῦ χερούβ, ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων.
Amos 3:9Ἀναγγείλατε χώραις ἐν Ἀσσυρίοις, καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου, καὶ εἴπατε, συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας, καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς, καὶ καταδυναστείαν τὴν ἐν αὐτῇ.