Ezekiel 3:14
Καὶ τὸ πνεῦμα ἐξῇρέ με, καὶ ἀνέλαβέ με, καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπʼ ἐμὲ κραταιά.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 18:12Καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Ἀχαὰβ, καὶ οὐχ εὑρήσει σε, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σου ἐστὶ φοβούμενος τὸν Κύριον ἐκ νεότητος αὐτοῦ.
2 Kings 2:16καὶ εἶπον πρὸς αὐτὸν, ἰδοὺ δὴ μετὰ τῶν παίδων σου πεντήκοντα ἄνδρες υἱοὶ δυνάμεως· πορευθέντες δὴ ζητησάτωσαν τὸν κύριόν σου, μή ποτε ᾖρεν αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔῤῥιψεν αὐτὸν ἐν τῷ Ἰορδάνῃ ἢ ἐφʼ ἓν τῶν ὀρέων ἢ ἐφʼ ἕνα τῶν βουνῶν· καὶ εἶπεν Ἑλισαιὲ, οὐκ ἀποστελεῖτε.
Isaiah 8:11Οὕτω λέγει Κύριος, Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι τῇ πορεὶᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου, λέγοντες,
Jeremiah 20:7Ἠπάτησάς με Κύριε, καὶ ἠπατήθην, ἐκράτησας, καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος·
Ezekiel 1:3Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰεζεκιὴλ υἱὸν Βουζεὶ, τὸν ἱερέα, ἐν γῇ Χαλδαίων, ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου.
Ezekiel 8:1Καὶ ἐγένετο ἐν τῷ ἕκτῳ ἔτει ἐν τῷ πέμπτῳ μηνὶ, πέμπτῃ τοῦ μηνὸς, ἐγὼ ἐκαθήμην ἐν τῷ οἴκῳ, καὶ οἱ πρεσβύτεροι Ἰούδα ἐκάθηντο ἐνώπιόν μου· καὶ ἐγένετο ἐπʼ ἐμὲ χεὶρ Κυρίου.